ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ

ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ (αρχείο pdf)

 

Ἀπολυτίκιον.

Ἦχος πλ.α' Τον συνάναρχον λόγον

Τῆς ἐνθέου ἀγάπης
τό πῦρ δεξάμενος,
ὑπερβαλλούσῃ ἀσκήσει
ἐδόθης ὅλος Θεῷ,
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν,
προσευχαῖς θαυματουργῶν,
Παΐσιε θεοφόρε,
καὶ νῦν πρεσβεύεις ἀπαύστως
ὑπέρ παντός τοῦ κόσμου, Ὅσιε.

 

Κοντάκιον.

Ἦχος πλ. δ᾿. Τῇ Ὑπερμάχῳ.

Ἀγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος,
καὶ δι΄ ἀγάπης λάμψας ὅσιε Παΐσιε,
μοναζόντων μέγα στήριγμα ἀνεδείχθης,
τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον,
οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον.
διὸ κράζομεν. Χαίροις Πάτερ παγκόσμιε.



Ἐποιήθησαν ὑπό τῆς ἀδελφότητος τοῦ Ἱεροῦ Ἡσυχαστηρίου τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου - Σουρωτὴ Θεσσαλονίκης

Το απολυτίκιο στο επόμενο video clip ψάλλει ο χορός της Ι.Μονής Μοναζουσών "Άγιος Ιωάννης ο Θεολόγος".

 

Το απολυτίκιο στο επόμενο video clip ψάλλει ο χορός του Ι. Ν. Ταξιαρχών Άνω Πόλης Θεσσαλονίκης.